Hebrews 12

1Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.

3Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς
 ἑαυτοὺς = WH: || ἑαυτὸν = NA/NIV Treg; || αὐτὸν = RP
ἑαυτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, 5καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· 6ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 7εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται θεός· τίς
 γὰρ = WH Treg NA/NIV: || γὰρ ἐστιν = RP
γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
8εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι
 καὶ οὐχ υἱοί ἐστε = WH Treg NA/NIV: || ἐστε καὶ οὐχ υἱοί = RP
καὶ οὐχ υἱοί ἐστε ⸃.
9εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ
 πολὺ = WH Treg: || πολὺ δὲ = NA/NIV; || πολλῷ = RP
πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
10οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11πᾶσα
 δὲ = Treg NA/NIV RP: || μὲν = WH
δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13καὶ τροχιὰς ὀρθὰς
 ποιεῖτε = WH Treg NA/NIV: || ποιήσατε = RP
ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

14Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ
 δι᾽ αὐτῆς = WH NA/NIV: || διὰ ταύτης = Treg RP
δι᾽ αὐτῆς ⸃ μιανθῶσιν
 πολλοί = NA/NIV RP: || οἱ πολλοί = WH Treg
πολλοί,
16μή τις πόρνος βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια
 ἑαυτοῦ = WH Treg NA/NIV: || αὐτοῦ = RP
ἑαυτοῦ.
17ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

18Οὐ γὰρ προσεληλύθατε
 ψηλαφωμένῳ = WH Treg NA/NIV: || ψηλαφωμένῳ ὄρει = RP
ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ
 ζόφῳ = WH Treg NA/NIV: || σκότῳ = RP
ζόφῳ καὶ θυέλλῃ
19καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο
 μὴ = Treg NA/NIV RP: || [omit] = WH
μὴ προστεθῆναι αὐτοῖς λόγον·
20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· 21καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει 23καὶ ἐκκλησίᾳ πρωτοτόκων
 ἀπογεγραμμένων ἐν οὐρανοῖς = WH Treg NA/NIV: || ἐν οὐρανοῖς ἀπογεγραμμένων = RP
ἀπογεγραμμένων ἐν οὐρανοῖς ⸃, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.

25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ
 ἐξέφυγον = WH Treg NA/NIV: || ἔφυγον = RP
ἐξέφυγον
 ἐπὶ γῆς παραιτησάμενοι τὸν = WH Treg NA/NIV: || τὸν ἐπὶ γῆς παραιτησάμενοι = RP
ἐπὶ γῆς παραιτησάμενοι τὸν ⸃ χρηματίζοντα,
 πολὺ = WH Treg NA/NIV: || πολλῷ = RP
πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι·
26οὗ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ
 σείσω = WH Treg NA/NIV: || σείω = RP
σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
27τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ
 τῶν σαλευομένων = Holmes WHmarg: || τὴν τῶν σαλευομένων = WH Treg NA/NIV; || τῶν σαλευομένων τὴν = RP
τῶν σαλευομένων ⸃ μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι᾽ ἧς
 λατρεύωμεν = WH Treg NA/NIV: || λατρεύομεν = RP
λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ
 εὐλαβείας καὶ δέους = WH Treg NA/NIV: || αἰδοῦς καὶ εὐλαβείας = RP
εὐλαβείας καὶ δέους ⸃,
29καὶ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον.



Copyright information for SBLG